Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως.
  2. ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
  3. κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν
  4. ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.
  5. κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
  6. κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν
  7. κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ
  8. μητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,
  9. μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.
  10. πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας,
  11. σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα;
  12. οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς.
  13. ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι—
  14. οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
  15. ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
  16. φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα,
  17. ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.
  18. κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων
  19. πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ
  20. κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε