Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τις
  2. σώφρων γένοιτο Σπαρτιατίδων κόρη,
  3. αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
  4. γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
  5. δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ
  6. κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν
  7. εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
  8. Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων
  9. τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε
  10. νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα.
  11. κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον
  12. τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
  13. ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
  14. κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν
  15. μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν.
  16. ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας,
  17. ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
  18. παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
  19. πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
  20. ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ