Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον.
- χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,
- καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.
- ἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθεν
- καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς.
- πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν
- δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;
- εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.
- οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.
- οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά;
- ναί,
- δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ.
- ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός.
- σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα;
- ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου.
- σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;
- σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;
- ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,
- ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών,
- ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων