Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε
  2. καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,
  3. ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.
Ἀνδρομάχη
  1. οἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένην
  2. ἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω;
  3. οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ
  4. μετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων.
  5. ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύων
  6. τῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν.
  7. καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ
  8. ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις,
  9. ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃ
  10. κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων
  11. μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν
  12. γνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιον
  13. μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν.
  14. ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάρος
  15. πίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοι
  16. τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος—
  17. ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα