Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μῆχος ἐξανύσωμαι;
Μενέλαος
  1. τί με προσπίτνεις, ἁλίαν πέτραν
  2. ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;
  3. τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία,
  4. σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι
  5. μέγ’ ἀναλώσας ψυχῆς μόριον
  6. Τροίαν εἷλον καὶ μητέρα σήν·
  7. ἧς ἀπολαύων
  8. Ἅιδην χθόνιον καταβήσῃ.
Χορός
  1. καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,
  2. σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.
Πηλεύς
  1. ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ,
  2. τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ
  3. δόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι;
  4. Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης ---
  5. ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι
  6. σχολῆς τόδ’ ἔργον· ἀλλ’ ἀνηβητηρίαν
  7. ῥώμην μ’ ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέ ---
  8. πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοις
  9. ἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέρας