Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖν
- θνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα
- ψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς
- τόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοία
- μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,
- ἐξὸν κτείνειν
- καὶ φόβον οἴκων ἀφελέσθαι.
- ὦ πόσις πόσις, εἴθε σὰν
- χεῖρα καὶ δόρυ σύμμαχον
- κτησαίμαν, Πριάμου παῖ.
- δύστανος, τί δ’ ἐγὼ μόρου
- παράτροπον μέλος εὕρω;
- λίσσου, γούνασι δεσπότου
- χρίμπτων, ὦ τέκνον.
- ὦ φίλος,
- φίλος, ἄνες θάνατόν μοι.
- λείβομαι δάκρυσιν κόρας,
- στάζω λισσάδος ὡς πέτρας
- λιβὰς ἀνήλιος, ἁ τάλαιν’ ---
- ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν