Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ψήφῳ θανάτου κατακεκριμένον.
  2. δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,
  3. μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις
  4. οὐδὲν μετέχων
  5. οὐδ’ αἴτιος ὢν βασιλεῦσιν.
Ἀνδρομάχη
  1. ἅδ’ ἐγὼ χέρας αἱματη-
  2. ρὰς βρόχοισι κεκλῃμένα
  3. πέμπομαι κατὰ γαίας.
Παῖς
  1. μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ
  2. πτέρυγι συγκαταβαίνω.
Ἀνδρομάχη
  1. θῦμα δάιον, ὦ χθονὸς
  2. Φθίας κράντορες.
Παῖς
  1. ὦ πάτερ,
  2. μόλε φίλοις ἐπίκουρος.
Ἀνδρομάχη
  1. κείσῃ δή, τέκνον ὦ φίλος,
  2. μαστοῖς ματέρος ἀμφὶ σᾶς
  3. νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ τ’ ---
Παῖς
  1. ὤμοι μοι, τί πάθω; τάλας
  2. δῆτ’ ἐγὼ σύ τε, μᾶτερ.
Μενέλαος
  1. ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶν