Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις·
- τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν
- ἔριν Mοῦ-
- σαι φιλοῦσι κραίνειν.
- πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί,
- κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι,
- σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον
- φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.
- ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρα
- κατά τε πόλιας, ὁπόταν εὑ-
- ρεῖν θέλωσι καιρόν.
- ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα
- Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ,
- κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόραν
- παῖδά τε δύσφρονος ἔριδος ὕπερ.
- ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·
- ἔτι σε, πότνια, μετατροπὰ
- τῶνδ’ ἔπεισιν ἔργων.
- καὶ μὴν ἐσορῶ
- τόδε σύγκρατον ζεῦγος πρὸ δόμων