Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί;
- ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς
- ὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν,
- ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν
- πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ
- ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
- νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς
- κτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε
- γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.
- ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας,
- ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς,
- μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.
- οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν
- οὐδ’ ἀμφιμάτορας κόρους,
- ἔριδας οἴκων δυσμενεῖς τε λύπας.
- μίαν μοι στεργέτω πόσις γάμοις
- ἀκοινώ-
- νητον ἀνδρὸς εὐνάν.
- οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες
- μιᾶς ἀμείνονες φέρειν,