Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ.
  2. ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους
  3. δούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς.
Ἀνδρομάχη
  1. οἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα.
Μενέλαος
  1. κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.
Ἀνδρομάχη
  1. ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά;
Μενέλαος
  1. καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.
Ἀνδρομάχη
  1. τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην;
Μενέλαος
  1. ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ.
Ἀνδρομάχη
  1. ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;
Μενέλαος
  1. οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν.
Ἀνδρομάχη
  1. οἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον;
Μενέλαος
  1. οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει.
Ἀνδρομάχη
  1. ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν
  2. Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,
  3. ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,
  4. ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ
  5. φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα.
  6. τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;
  7. οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲν