Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ
- φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα.
- τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;
- οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲν
- γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί;
- ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς
- ὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν,
- ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν