Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ
  2. ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
  3. νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς
  4. κτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε
  5. γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.
  6. ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας,
  7. ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς,
  8. μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.