Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.
- ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς,
- στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον,
- μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην,
- καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν
- δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας
- λέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν
- ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει,
- ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ.
- ᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ
- βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.
- εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν,
- Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων.
- λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας,
- δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται
- ἐγώ σ’, ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,
- προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγον
- εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.
- καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο·
- τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,