Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς
  2. πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;
  3. οἴμοι κακῶν τῶνδ’, ὦ τάλαιν’ ἐμὴ πατρίς,
  4. ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν
  5. ἄχθος τ’ ἐπ’ ἄχθει τῷδε προσθέσθαι διπλοῦν;
  6. ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ’ ἐν ποσὶν
  7. οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;
  8. ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους
  9. κατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον,
  10. αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβην
  11. κόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ ἀφικόμην
  12. Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.
  13. τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;
  14. πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;
  15. εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου·
  16. τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.
  17. οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου·
  18. ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,
  19. ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.
  20. ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία