Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου·
- ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,
- ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.
- ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία
- σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.
- ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς,
- στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον,
- μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην,