Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν
  2. δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας
  3. λέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν
  4. ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει,
  5. ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ.
Χορός
  1. ᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ
  2. βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.
  3. εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν,