Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον,
- αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβην
- κόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ ἀφικόμην
- Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.
- τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;
- πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;
- εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου·
- τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.