Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή,
  2. ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου.
  3. δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν
  4. καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός·
  5. φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι
  6. ὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα.
  7. μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι
  8. τἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.
  9. ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς·
  10. ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον,
  11. σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.
  12. δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον.
Ἀνδρομάχη
  1. οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι
  2. βίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλία
  3. καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.
  4. ὦ μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι,
  5. πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλιν
  6. προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;
  7. ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳ
  8. σὺν δεσπόταισι· κᾆτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς,