Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
- οὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
- ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
- ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
- καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,
- ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι
- πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
- ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
- βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν.
- ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς—
- ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν
- καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.
- ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,
- καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.
- γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίας
- οὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος.
- εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων,
- τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
- κἀγὼ θυγατρί—μεγάλα γὰρ κρίνω τάδε,
- λέχους στέρεσθαι—σύμμαχος καθίσταμαι.