Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα.
- Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·
- τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·
- μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος.
- ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ
- φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος.
- ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
- τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
- τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
- οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·
- ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξια
- πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται—
- ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς
- ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν
- φεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται.
- γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις
- χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,
- κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;
- πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην
- βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;