Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ
  2. φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος.
  3. ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
  4. τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
  5. τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
  6. οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·
  7. ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξια
  8. πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται—