Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ
- οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
- ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν
- λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,
- πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα.
- Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·
- τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·
- μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος.