Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης
  2. ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
  3. κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον,
  4. ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
  5. ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις
  6. ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
  7. ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.
Ἀνδρομάχη
  1. ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
  2. οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
  3. εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο,
  4. εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν
  5. οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.
  6. σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
  7. Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
  8. ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
  9. τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
  10. δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ
  11. οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
  12. ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν
  13. λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,