Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.
- σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ.
- οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι;
- τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
- ναί,
- καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.
- οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
- κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει.
- σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ.
- ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον;
- μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.
- Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή.
- ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;
- ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.
- ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην.
- λέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.
- λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;
- εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ.
- ὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.
- ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.