Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους
- πάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης.
- αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον
- ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.
- ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν
- σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,
- καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς
- ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.
- καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην
- πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου
- τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς.
- μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
- ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων
- φεύγειν τρόπους χρὴ τέκν’, ὅσοις ἔνεστι νοῦς.
- δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται,
- τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις.
- τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων,
- ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα;
- οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις.
- ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.