Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι—
Ἀνδρομάχη
  1. σὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.
Ἑρμιόνη
  1. καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.
Ἀνδρομάχη
  1. σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.
Ἑρμιόνη
  1. ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
  2. ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ σ’ ἕδρας
  3. ἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα·
  4. τοιόνδ’ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους
  5. κρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα.
  6. κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοι
  7. τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼ
  8. πρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν.
Ἀνδρομάχη
  1. πέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων
  2. ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα·
  3. ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω,
  4. οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω
  5. κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν.
Χορός
  1. Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν
  2. ἐς νάπαν ἦλθ’ ὁ Μαί-
  3. ας τε καὶ Διὸς τόκος,