Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;
- πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω
- δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα;
- ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται
- Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;
- φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο;
- αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;
- οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις,
- ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς.
- φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι,
- ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.
- σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις
- μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης·
- πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι
- μείζων Ἀχιλλέως. ταῦτά τοί σ’ ἔχθει πόσις.
- χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ,
- στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος.
- εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτον
- τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος
- δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος,