Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν,
- ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν
- στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.
- ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς
- καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί.
- φεῦ φεῦ·
- κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ
- τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.
- ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
- λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα,
- ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην·
- οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
- πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·
- ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι.
- εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ
- πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων;
- ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις,
- τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς;
- ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι
- πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη