Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται·
  2. δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε
  3. ψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ’ ἐγώ,
  4. κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε,
  5. οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ.
  6. ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ,
  7. δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων
  8. πτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ,
  9. σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων
  10. τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον,
  11. γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε,
  12. οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις.
  13. εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ,
  14. ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν,
  15. τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρα
  16. τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·
  17. πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυται
  18. κόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοι
  19. χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος.
  20. ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν