Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. παντάλαινα νύμφα.
Χορός
  1. οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκους
  2. δεσποτῶν ἐμῶν· φόβῳ δ’
  3. ἡσυχίαν ἄγομεν—
  4. τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω—
  5. μὴ παῖς τᾶς Διὸς κόρας
  6. σοί μ’ εὖ φρονοῦσαν εἰδῇ.
  7. ---
  8. ---
Ἑρμιόνη
  1. κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς
  2. στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων
  3. οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο
  4. δόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην,
  5. ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς
  6. Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ
  7. πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν.
  8. ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις·
  9. σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ
  10. δόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλεις
  11. τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς,