Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- εἴ τί σοι δυναίμαν
- ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,
- οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν,
- τλάμον’ ἀμφὶ λέκτρων
- διδύμων ἐπίκοινον ἐοῦσαν
- ἀμφὶ παῖδ’ Ἀχιλλέως.
- γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.
- δεσπόταις ἁμιλλᾷ
- Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν;
- λεῖπε δεξίμηλον
- δόμον τᾶς ποντίας θεοῦ. τί σοι
- καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν
- δεσποτῶν ἀνάγκαις;
- τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθον
- οὐδὲν οὖσα μοχθεῖς;
- ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,
- γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας
- δμωὶς ἐπ’ ἀλλοτρίας
- πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς
- σῶν, ὦ δυστυχεστάτα,