Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος
  2. φόνον βίαιον τῆς Ὀρεστείας χερός·
  3. γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω,
  4. Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,
  5. Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις,
  6. καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνον
  7. λελειμμένον δή. βασιλέα δ’ ἐκ τοῦδε χρὴ
  8. ἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίας
  9. εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον
  10. γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,
  11. Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,
  12. καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.
  13. σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν,
  14. θεὰ γεγῶσα καὶ θεοῦ πατρὸς τέκος,
  15. κακῶν ἀπαλλάξασα τῶν βροτησίων
  16. ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.
  17. κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα
  18. τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ·
  19. ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα
  20. τὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέα