Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὄψῃ δόμους ναίοντα νησιωτικοὺς
  2. Λευκὴν κατ’ ἀκτὴν ἐντὸς Εὐξείνου πόρου.
  3. ἀλλ’ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν
  4. νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ
  5. ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν
  6. Σηπιάδος ἵζου· μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸς
  7. λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν
  8. ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον
  9. δεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε.
  10. παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ·
  11. πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν
  12. ψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται.
Πηλεύς
  1. ὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα,
  2. Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ’ ἀξίως
  3. σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.
  4. παύω δὲ λύπην σοῦ κελευούσης, θεά,
  5. καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,
  6. οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.
  7. κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼν
  8. δοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται,