Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- σκῆπτρά τ’ ἐρρέτω τάδε ἐπὶ γαῖαν,
- σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη,
- πανώλεθρόν
- μ’ ὄψεαι πίτνοντα πρὸς γᾶν.
- ἰὼ ἰώ·
- τί κεκίνηται; τίνος αἰσθάνομαι
- θείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε·
- δαίμων ὅδε τις λευκὴν αἰθέρα
- πορθμευόμενος τῶν ἱπποβότων
- Φθίας πεδίων ἐπιβαίνει.
- Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων
- ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.
- καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖς
- μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα·
- κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα,
- ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας
- Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.
- ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου.
- τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνον
- θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν,