Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν,
  2. πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς
  3. ὅπως περάσας ἡμέραν ἥξει κάτω.
Ἀνδρομάχη
  1. Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν
  2. ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν.
  3. ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον
  4. εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης
  5. καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη
  6. εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·
  7. αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,
  8. δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ.
  9. πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον
  10. ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.
  11. ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι
  12. Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα
  13. πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα
  14. τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.
Χορός
  1. ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις
  2. δαρὸν οὐδὲ λείπεις,
  3. Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,