Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο
- δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν
- στρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνει
- παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς
- Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε,
- πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,
- τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,
- βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμας
- τὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων.
- νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας
- ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.
- ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν
- κομίζομέν νιν σοὶ κατοιμῶξαι γόοις
- κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ.
- τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,
- ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,
- δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως.
- ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός,
- παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός;
- καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδην