Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Δελφίδος ἐκ γῆς δῶμα πελάζει.
  2. τλήμων ὁ παθών, τλήμων δέ, γέρον,
  3. καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειον
  4. σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις·
  5. αὐτός τε κακοῖς πήμασι κύρσας
  6. εἰς ἓν μοίρας συνέκυρσας.
Πηλεύς
  1. ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε
  2. καὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς.
  3. ἰώ μοί μοι, αἰαῖ,
  4. ὦ πόλι Θεσσαλία, διολώλαμεν,
  5. οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι μοι τέκνα
  6. λείπεται οἴκοις·
  7. ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα
  8. δὴ φίλον αὐγὰς βάλλων τέρψομαι;
  9. ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,
  10. εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμων
  11. Σιμοεντίδα παρ’ ἀκτάν.
Χορός
  1. οὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον,
  2. θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον.
Πηλεύς
  1. ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα