Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;
Ἄγγελος
  1. ὤμοι μοι·
  2. οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας
  3. σοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου.
Πηλεύς
  1. αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ.
Ἄγγελος
  1. οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον
  2. Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει
  3. Δελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου.
Χορός
  1. ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς·
  2. ἔπαιρε σαυτόν.
Πηλεύς
  1. οὐδέν εἰμ’· ἀπωλόμην.
  2. φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω.
Ἄγγελος
  1. ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν
  2. χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας.
Πηλεύς
  1. ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν
  2. οἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις.
  3. πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;
  4. σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω.
Ἄγγελος
  1. ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,
  2. τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους