Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὡς δώματ’ ἐκλιποῦσα Μενέλεω κόρη
  2. φρούδη τάδ’· ἥκω δ’ ἐκμαθεῖν σπουδὴν ἔχων
  3. εἰ ταῦτ’ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων
  4. δεῖ τοὺς κατ’ οἶκον ὄντας ἐκπονεῖν τύχας.
Χορός
  1. Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ’ ἐμοὶ καλὸν
  2. κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς·
  3. βασίλεια γὰρ τῶνδ’ οἴχεται φυγὰς δόμων.
Πηλεύς
  1. τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.
Χορός
  1. πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ.
Πηλεύς
  1. μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;
Χορός
  1. ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ.
Πηλεύς
  1. σὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα;
Χορός
  1. Ἀγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός.
Πηλεύς
  1. ποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων;
Χορός
  1. καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον.
Πηλεύς
  1. κρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχῃ;
Χορός
  1. ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.
Πηλεύς
  1. οἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχος
  2. χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν
  3. καὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,