Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ᾳ θεοῖσιν λέλαμ-
  2. πεν καπνῷ θυώδει.
Χορός
  1. βέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις,
  2. αὐτά τ’ ἐναλλάξασα φόνον θανάτῳ
  3. πρὸς τέκνων ἀπηύρα
  4. θεοῦ. θεοῦ νιν κέλευμ’ ἐπεστράφη
  5. μαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶς
  6. Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰς
  7. κτεάνων, ματρὸς φονεὺς  ---
  8. ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;
Χορός
  1. πολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχὰς
  2. μέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’
  3. ἐξέλειπον οἴκους
  4. πρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόνᾳ
  5. δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι·
  6. νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν
  7. καὶ πρὸς εὐκάρπους γύας
  8. σκηπτὸς σταλάσσων τὸν Ἅιδα φόνον.
Πηλεύς
  1. Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι
  2. σημήνατ’· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγον