Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών.
- καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον.
- μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων;
- πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;
- τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων;
- πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.
- κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.
- ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς.
- οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί.
- ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος
- δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.
- χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ
- θρήνοισι καὶ γόοισι καὶ δακρύμασι,
- πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ
- γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν
- ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν.
- πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,
- πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα
- στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην
- δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως.