Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται
  2. τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
  3. σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς
  4. ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
  5. πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
  6. δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας,
  7. τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.
  8. σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
  9. ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
  10. οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ
  11. θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
  12. ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς
  13. σίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχων
  14. βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·
  15. ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ
  16. φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ
  17. σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
  18. τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς;
  19. ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ·
  20. ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι