Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;
  2. μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθον
  3. τοῖς γνησίοισι πολέμιον πεφυκέναι·
  4. κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις,
  5. εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν.
  6. ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,
  7. γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους,
  8. οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
  9. ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα·
  10. τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
  11. νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
  12. νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
  13. ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,
  14. καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
  15. μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
  16. εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι,
  17. οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ
  18. κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην,
  19. οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες
  20. φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.