Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
- τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.
- ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
- δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς.
- φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
- σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
- ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
- δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
- τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν,
- ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο
- πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
- ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
- φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;
- ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
- λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.
- φεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός.
- τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
- εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,
- ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
- πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ