Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.
- κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
- σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένεις
- οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
- ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ,
- νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον·
- ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
- οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.
- τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται;
- πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.
- σιγᾷς· σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς·
- ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
- κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.
- οὐ μὴν φίλους γε κἄτι μᾶλλον ἢ φίλους
- κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.
- ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,
- τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
- καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
- ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,
- φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;