Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.
- τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις
- καθέξω δυσεκπέρατον, ὀλοὸν
- κακόν· ἰὼ πόλις.
- Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν
- βίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας.
- ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε
- ἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαι
- τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι
- τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.
- ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν·
- γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ.
- οὐκ ἔστι· καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς,
- δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται·
- ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους
- θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων,
- ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
- ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον.
- καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα,
- Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ