Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.
- καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
- τῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με.
- φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτων
- ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.
- — φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς
- ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν
- ἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.
- — ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,
- φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
- — ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,
- αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος
- οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.
- οἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν,
- οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ.
- τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.
- βοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγω
- βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,
- οἷον οἷον εἶδον ἐν γραφαῖς μέλος
- φθεγγόμενον τλάμων.