Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
  2. στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;
  3. ὤμοι μοι σέθεν, ---
  4. μέλεος, οἷον εἶδον ἄλγος δόμων,
  5. οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·
  6. ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.
  7. ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα
  8. γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ
  9. φέγγος ἀελίου
  10. τε καὶ νυκτὸς ἀστερωπὸν σέλας.
Χορός
  1. ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος.
  2. δάκρυσί μου βλέφαρα
  3. καταχυθέντα τέγγεται σᾷ τύχᾳ·
  4. τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι.
Θησεύς
  1. ἔα ἔα·
  2. τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς
  3. ἠρτημένη; θέλει τι σημῆναι νέον;
  4. ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
  5. ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
  6. θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως