Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κατακονὰ μὲν οὖν ἀβίοτος βίου·
- κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ
- τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν,
- μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
- τίνα λόγον τάλας, τίνα τύχαν σέθεν
- βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
- ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
- πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
- αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη.
- πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
- τύχαν δαιμόνων
- ἀμπλακίαισι τῶν πάροιθέν τινος.
- οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,
- πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.
- τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
- μετοικεῖν σκότῳ θανὼν ὁ τλάμων,
- τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
- ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
- τίνος κλύω; πόθεν θανάσιμος τύχα,
- γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν;