Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
- λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος;
- τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμοις,
- Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.
- αἰαῖ· τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα
- πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
- χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,
- ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
- γυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν.
- — ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·
- ἔπαθες, εἰργάσω
- τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.
- — αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’
- ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸς
- πάλαισμα μελέας.
- — τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;
- ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις,
- τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,
- ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
- κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.